εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρωνἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντοὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺςσχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαινήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστουςυἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάωνἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάνταῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφιμίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔαςὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷἌσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ ὈρέστηνἈσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺςὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησανΤρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθηνἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσινἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕληνπρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντωνγίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸςἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντολαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργωνβάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάωννηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσαςταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶνἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν