ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸςἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντοἈργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλετάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθενεὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρονἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴνἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτοἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺςκαὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλωντεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τεΓρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδροςκαὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαικάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺςσυνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαινανἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπεφιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψετεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαικὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλωνθησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήειτεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργωνβαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντεςνηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντοἝκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·