ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶνἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸννίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴνχερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσαςἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.