τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίωνεἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶνχαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνονοὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖραςτάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγαςκεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνωνπρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶναὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶνύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνωνστήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξωνυἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφωεἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ ἈχιλλεὺςἼδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωντὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰγιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσινεἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκναῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσινἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφιχραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕληνσπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον