ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιοἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τεἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησεδιογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷσκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼςὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιοαἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴηςἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶνἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τεχερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸννίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσεἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάωντὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχονταχρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆροςκεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπωὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.