ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺςοἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴωπολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλενἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺςπάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάονταςλαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδονἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺςπίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳαὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισονσπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειταστῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊαἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαικαί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦνταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναιςπαρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνεικαί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθωΜυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιοΤρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶντειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.