ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλωνἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖανἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντεςἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστοςἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσαςστῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόνταἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστονφῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθωνἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιοκτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππουςπέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνηκέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.