καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσωἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφιτοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρεςδαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείητῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνεςἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶνεἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃτέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφινἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλονθεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείαςκάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργωνἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκεδαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντεςἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποιπανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντοπαῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνητηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνηἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαιἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρενἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺςεἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισικαὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.