τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψανμύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαιὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸςγιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνοςδεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδεπένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοιἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιοἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺςἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσηςἈργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲςἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴηὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθηἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆαἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσινἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴνπεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκονταπάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.