αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπεφθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσαςἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷνῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺςλισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειοὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικετῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντοςἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνωνστάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειταἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζανκαλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆςχάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦτέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστονχρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζηςπλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσινοἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸνκνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.