σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸνΤρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροινύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆςαὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγαςΤρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶνἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸςΕὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶνἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴςτεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξονἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷδεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςστῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρΑἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημιφεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντηνἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸνπλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντεςδούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποιἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒεἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.