Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησενἝκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσινἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοιΤρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖςκεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλισταἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντεςἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππουςμάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντεςῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺςστείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξωννέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλοναἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλονἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸνἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶνἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼςἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιοἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαιπάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζωνἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντεςἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶνκαιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδαςνωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδεςτύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·