σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτηνΤρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρωςἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλουχειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε ΔόρυκλονΠριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισιχειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκαςἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρπεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσηςὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλισταἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρειΝέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζωνἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶεἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιοπαῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶμή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶνἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάωνβαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλωνἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάωνβαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθηννῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.