ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαινανἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμένταεὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξενὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιοφθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχοςἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆοςκεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶνἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴτῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόνταΤρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶςἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸνΤρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφινἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσιφεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσινἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων