κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρονἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσωλάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρητιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστοςἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντεςῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸνὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσαςαἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλεπολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιοἝκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα ΠουλυδάμανταΑἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖονἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρπαμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷλάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισινὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουρανπυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντεςδῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣςθῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοισφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳδώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωναοὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς