οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷἈργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαιπληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώωμοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶσεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιοθήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντωνγίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντοΤρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτηνοὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξανταδουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσηςνύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶαὐτοκασίγνητον εὐηφενέος Σώκοιο.τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπενὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιοσήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσιτοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασεΠαλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·