δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχιἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλωνᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιοΤυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳἼλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιοαἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμωνκαὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκεκαὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸςἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσαςἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοινείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπαεἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθωνπύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼνἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλενηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.