δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺςἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρωἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστωυἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντωνᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκεστείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τιπειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδηςθυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίωνἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶΠαιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποιἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸςθῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺςκεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχοςκαὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλειατρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃγαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴντῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίηςτόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσαςἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.