νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃτειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόνταΤρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκεΖεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππουςἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδονταςσεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμουςἝκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξενἝκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτηνκαὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ ἈγέλαονΑἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειταπληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνησκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχοςἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθαἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα ΖεὺςΤρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε