ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνονοἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστηαἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶνπρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθοςὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρονἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσηςοὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊπότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶνἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκαδριμύ, τό τε προϊεῖσι μογοστόκοι ΕἰλείθυιαιἭρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλενηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισιφύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺςεἴασε Τρώεσσι πανημέριον πολεμίζειν.ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους