Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶνθύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθιμάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷεἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξεικτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαιδύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνωνπρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαιὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθενἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τεὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόνταμητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶνσὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθενύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶνἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνωνἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸςσπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.