ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃκείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίηςἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαομέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντοἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶἈτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷπάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιπρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνωναἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππωνἈτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχοςἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τεἼδης ἐν κορυφῇσι καθέζετο πιδηέσσηςοὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶνθύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθωμάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷεἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξωκτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηταιδύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖονἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε