Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμηνυἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλισταχρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶραοὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνωνεἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣςἈτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖταιχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆαμειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγενἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊαὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζεδουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξεχεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίηἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππωνχαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνωναἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοιπρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηναΤρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποικείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας