Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖοὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶνἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαοἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσαςεἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶνἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τεὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳκαρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαιἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγενἈργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴντρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίωνἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοιχρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦενἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦρινκαλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιολευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτοδεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦκυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαντρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.