Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶοςνύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶνγνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντωνΖεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνοςἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξωστηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμενμὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳκοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμενμή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνονοὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺςἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴωκήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺςἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλουςἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆαἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειενἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαοννεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσωὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαιλισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·