τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιοἝκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππουςκαγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσιφάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποιἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνοςθῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸννίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳδείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃπλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.