ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸςθυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργαὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόενταἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθηννῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντεςψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδηςὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσινἈργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντεςδεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶνὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλονΤρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημιμιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺςκούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶνῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδεἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνειςΘρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδηςἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.