ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴςἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼναἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸςὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺςὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰςτὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποιῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷνεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύραἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστητὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλουτόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴνποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνηἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲνῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺςτόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλωνὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,ὦρσεν δὲ Θρῃκῶν βουληφόρον ἹπποκόωνταῬήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσαςὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,