ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖοἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶνἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσεφασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντοκαὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺςὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳπάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτιςπέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείραςθῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκεσυμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφινκαλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμοντριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποιἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·