νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαεκερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσειἈργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντοςἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶναὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισιδηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσονῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖονεἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσινἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸςσημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάωνΜηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιινἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθιπατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστονπάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμιΖεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃεὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτοἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸςζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτολαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας