ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸςἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαιἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιναὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλουνόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρωςοὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκηοἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονταιἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροιεὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισινεὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοικαὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοικαὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλονΘρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαιἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν