ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶχῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺςλαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσιφεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ ἈθήνηΤυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνωνφθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημιδηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τεβαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδονχαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποιναεἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶοςνύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστανῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππουςδωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαινανἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαιἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντεςφύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσινύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·