ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσονἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷδωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαινῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοιβουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρηςμὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλοςΤρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλενἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόνταδιογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιοτυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμενκαρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖνἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσικλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονταιἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσινἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρουςἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμαφευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης