δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαιῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισικεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργασὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπονἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαινανἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρεὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειεδώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππουςοἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶνὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαιἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντεςφύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσινύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸςκήρυκος θείοιο πολύχρυσος πολύχαλκος,ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρνηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.