τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιοἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξτῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδηςφάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκεταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξκέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρηνκαὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκεῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσινἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντεςἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθαεὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαοἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖοΠαλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσινύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθωκινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,