ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦθυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμουςἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιναὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοιἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴηπάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοιτῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαινανθῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντωνΤρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλοςμᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησενὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλονΤρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷτὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείωκαλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκωνἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.