εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶνοἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήωνπάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶκαὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆςἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸνἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντοςαἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇθηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕληνἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλεινύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶτετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳκαί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνοςαἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντοἈργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸςἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντοἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶροςπιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ