πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαιοὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάωνἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσειἈργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσανδιπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντονἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρφθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθενύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦμὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικεβουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺςποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανονἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροιεὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφινὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸςλάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρωςεὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο