ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶνεὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶνὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιοτεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζανἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνωννειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸαὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίταςὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴΝέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντοςαἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιενἈργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴνἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψεποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείραςθήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντωνἈργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰνηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρωνὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶςδείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργονἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν