δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦμᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύεινμητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃπατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτενεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴςἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλονμητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαιθεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περχραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶταῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντικάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσινοἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσινὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.