νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃἭρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστοντέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸνοὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτοςκρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειταεἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέστανἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλημεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρηἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰςἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντακρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοιπρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθουςεἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειταοὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαιμή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆατιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·