ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμαστείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσανὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισιδιογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειρανοὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆραὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντεςπάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέωνπαιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλωνἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνωνσκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσαλισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησαἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλωνἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνωνἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶυἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνωνὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσονἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέωὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσειςἭρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι