πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνπαῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβηνῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρωνπαῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβηνἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκαςΚίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψανδίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνονλεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖταδαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντοκαλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶνμέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,