ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶςβάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐωἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆαἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείωνβούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστηΚάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσωἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαιμῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσονἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντωνἈργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·