ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντεςΑἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνωναἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺςκτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμωνἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντωνἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳεἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισιμήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆαςχθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦχωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸςτήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺςἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντοἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντεςκαρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς