χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνοςἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνωνλυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνοςχρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶαἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλωνεὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶθνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖοπάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντιςεὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰςἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντεςκούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τιἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσαεὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνιοἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοιἭρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·