τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαιἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆαστήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρηνκαί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστωνπρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπωνκαὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτεχρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναιτοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺςδακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαιΖεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνωνἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,