ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγελίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσινἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντεςτοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμηνεἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγεσήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρηςοὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃτῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσινἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσαςἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβηνβῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃονεἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβαςταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνωνλῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,