σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περχραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιοθνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξειςχωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃχρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπωνἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντοἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδεςἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷεἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖνἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶνΚαινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον ΠολύφημονΘησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντοφηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼντηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τιςτῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆςσκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,