καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ ἈχαιοὶΤρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιοχεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τεἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστινοἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐωἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγελίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοιοἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισιΜυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιπέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃοναὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇςὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλοςἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορστήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνηοὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρηἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωναοἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνωΠαλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·